Η Εκκλησία σήμερα, 24 Απριλίου, τιμά τη μνήμη της Αγίας Ελισάβετ της Θαυματουργής.
Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Μητρικῶν ἐκ λαγόνων Χριστὸν ἠγάπησας, ὥσπερ βλαστὸς Ἐλισάβετ δικαιοσύνης τερπνός, καὶ τοὶς ἴχνεσιν αὐτοῦ ἀκολουθήσασα, τῶν αἰωνίων ἀγαθῶν, γεωργεῖς τᾶς ἀπαρχᾶς, ἀμέμπτω σου πολιτεία, θαυματουργοῦσα θεόφρον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἠμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ἐν σοί Μῆτερ ἀκριβῶς διεσώθη τό κατ᾽ εἰκόνα· λαβοῦσα γάρ τόν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καί πράττουσα ἐδίδασκες, ὑπερορᾷν μέν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δέ ψυχῆς, πράγματος ἀθανάτoυ· διό καί μετά Ἀγγέλων συναγάλλεται, Ὁσία Ἐλισάβετ τό πνεῦμά σου.
Κοντάκιον
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς παρθενίας τέμενος, καὶ ἀρετῶν θησαύρισμα, τὴν τῶν θαυμάτων βλυσταίνεις χρηστότητα, ὥσπερ πηγὴ ἀκένωτος, καὶ ψυχῶν καὶ σωμάτων, Ἐλισάβετ καθαίρεις τὰ ἀρρωστήματα, τῶν εὐλαβῶς ψαλλόντων, τῷ Κτίσαντι· Ἀλληλούϊα.